Μιά ἄγνωστη ἀλλά καί πολύ ἐπίκαιρη
ΠΡΟΣΕΥΧΗ γιά τήν ΣΥΝΟΔΟ ΤΗΣ ΚΡΗΤΗΣ
γραμμένη πρό πολλῶν ἐτῶν ἀπό τόν μακαριστόν
π. Ἐπιφάνιον Θεοδωρόπουλον
Δημοσιεύουμε κατωτέρω μιά ἄγνωστη στούς πολλούς Προσευχή τοῦ μακαριστοῦ Πατρός μας, Ἐπιφανίου Θεοδωροπούλου, ἀπευθυνομένη «εἰς τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν».
Ἡ Προσευχή αὐτή ἐπελέγη νά δημοσιευθῆ στό Τεῦχος μας αὐτό λόγῳ τῆς ἐπικαιρότητός της ἐν ὄψει τῆς συγκλήσεως τῆς Πολυμελοῦς Συνόδου τῆς Κρήτης, τήν ἡμέρα τῆς Πεντηκοστῆς, στίς 19 Ἰουνίου 2016.
Τό περιεχόμενο τῆς Προσευχῆς τοῦ π. Ἐπιφανίου ἐκφράζει τούς φόβους καί τήν ἀνησυχία ὅλων μας γιά τήν σύγκληση αὐτῆς τῆς Συνόδου, δεδομένου ὅτι συγκαλεῖται χωρίς καμμιά ἀπό τίς πνευματικές προϋποθέσεις πού εἶναι ἀπαραίτητες γιά τήν σύγκληση μιᾶς πράγματι Ἁγίας Συνόδου.
Εἶναι ἐνδεικτικά τοῦ πόνου τοῦ ἁγίου Πατρός μας Ἐπιφανίου γιά τήν πορεία τῆς ἐπί γῆς Στρατευομένης Ἐκκλησίας μας, τά λόγια τῆς ἱκεσίας του: «Μὴ παραδῷς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν Σου, ἥν περιεποιήσω τῷ Τιμίῳ Αἵματί Σου, δέρεσθαι ὑπὸ ἀνέμων καὶ σαλεύεσθαι ὑπὸ κυμάτων. Εἰπὲ οὗν, Κύριε, τῇ μαινομένη κατ’ αὐτῆς θαλάσσῃ τῶν παθῶν τοῦ κόσμου «σιώπα, πεφίμωσο»· ἐπιτίμησον δὲ τοῖς ἀνέμοις καὶ ποίησον γαλήνην, ἵνα γαληνῶς ποντοπορῇ καὶ ἀταράχως ἡ θεία Ὁλκάς Σου».
Ἐάν εὑρίσκετο σήμερα ἐν ζωῇ ὁ π. Ἐπιφάνιος, εἶναι βέβαιον ὅτι θά εἶχε “κινήσει γῆν καί οὐρανόν” γιά νά ματαιωθῆ ἡ σύγκληση μιᾶς Συνόδου, ἡ ὁποία μόνο κακά καί ὀλέθρια θά προξενήση στήν Ἐκκλησία μας καί στόν λαό Της. Τώρα, μετά τήν κοίμησή του, ἡ Ἐκκλησία ἔχασε τή ἄγρυπνη συνείδησή της, πού εἶχε τό ἰδιαίτερο χάρισμα νά ἐνορχηστρώνη ὅλους τούς φίλους τοῦ Θεοῦ σέ ἕνα ἀγῶνα γιά τήν διαφύλαξη τῶν ἀμεταθέτων ὁρίων τῆς Πίστεώς μας ἀλλά καί νά προκαλῆ φόβο στούς ἐχθρούς Της καί στούς ριψάσπιδες Ἀρχιερεῖς, πού μέ προχειρότητα καί χωρίς φόβο Θεοῦ προδίδουν τήν Ἀλήθεια χάριν πολιτικῶν καί ἐγκοσμίων σκοπιμοτήτων.
π. Βασίλειος Ε. Βολουδάκης
ΠΡΟΣΕΥΧΗ
ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
ΕΠΙΦΑΝΙΟΥ Ι. ΘΕΟΔΩΡΟΠΟΥΛΟΥ
Ἀρχιμανδρίτου
Κύριε ὁ Θεός ἡμῶν, ὁ μέγας καί φοβερὸς καὶ ἔνδοξος, ὁ φυλάσσων τὸ ἔλεός Σου καὶ τὴν διαθήκην Σου τοῖς ἀγαπῶσί Σε καὶ φυλάσσουσι τὰ Σὰ προστάγματα, εὐχαριστοῦμέν Σοι ὑπέρ τῶν φανερῶν καὶ ἀφανῶν Σου εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Δεόμεθά σου, Κύριε, ῥῦσαι ἡμᾶς καὶ λύτρωσαι, ὅτι πολλὰ τοῖς νόμοις Σου ἀφρόνως προσεπταίσαμεν καὶ ἐκολλήθη ἡ γαστήρ ἡμῶν εἰς γῆν ἰλύος. Ἐγενήθημεν ὡσεὶ σκεύη ἀπολωλότα, καὶ ἠκούσαμεν ψόγον πολλῶν παροικούντων κυκλόθεν. Διὸ παρακαλοῦμέν Σε, φιλάνθρωπε Δέσποτα, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὸ μέγα Σου ἔλεος. Μὴ παραδῷς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν Σου, ἥν περιεποιήσω τῷ Τιμίῳ Αἵματί Σου, δέρεσθαι ὑπὸ ἀνέμων καὶ σαλεύεσθαι ὑπὸ κυμάτων. Εἰπὲ οὗν, Κύριε, τῇ μαινομένη κατ’ αὐτῆς θαλάσσῃ τῶν παθῶν τοῦ κόσμου «σιώπα, πεφίμωσο»· ἐπιτίμησον δὲ τοῖς ἀνέμοις καὶ ποίησον γαλήνην, ἵνα γαληνῶς ποντοπορῇ καὶ ἀταράχως ἡ θεία Ὁλκάς Σου. Δὸς δή, φιλεύσπλαγχνε Κύριε, καὶ τοῖς ἁγίοις Σου Ἀρχιερεῦσι καὶ Ἱερεῦσιν, οὕς Πνεῦμα τὸ Πανάγιον ποιμαίνειν ἔθετο τὴν ἐπὶ γῆς στρατευομένην Ἐκκλησίαν Σου, χάριν συνέσεως εἰς τὸ διανοεῖσθαι καὶ πράττειν τὰ εὐάρεστά Σοι καὶ τῷ μυστικῷ Σου Σώματι συμφέροντα. Σὺ τοίνυν, Ἰησοῦ Χριστέ, κυβέρνησον καὶ δίδαξον καὶ φώτισον αὐτοὺς τοῦ ἀγαπᾶν ὑπὲρ τὰ πρόσκαιρα τὴν δόξαν Σου τὴν ἄφθαρτον· ὑπὲρ τὰ ὅρια τῶν γεηρῶν Ἐπισκοπῶν καὶ Ἐνοριῶν αὐτῶν, ὁρᾶν τὴν ἀμετάθετόν Σου Βασιλείαν, ἥν ἀπὸ καταβολῆς κόσμου ἡτοίμασας πᾶσι τοῖς ἀγαπῶσί Σε. Δὸς αὐτοῖς, Κύριε, ἐν φίλτρου ἀγαπᾶν παροξυσμῷ τὸν τίμιον λαὸν Σου, ἀεὶ δ’ ἑτοίμους εἶναι καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι ὑπὲρ τοῦ ποιμνίου ἑαυτῶν, κατὰ τὸ Σὸν ὑπόδειγμα. Χρημάτων, Ἅγιε, καὶ δόξης, ποίησον αὐτοὺς ὑπερφρονεῖν καὶ φιλοπτώχους εἶναι, ἑλκύων ἅμα πρὸς τὸν Οὐρανὸν τὸ φρόνημα αὐτῶν. Ἔτι δεόμεθά Σου, Κύριε, φώτισον αὐτῶν τὰ ὅμματα· συνέτισον τὴν διάνοιαν· ταπείνωσον τὴν καρδίαν· τοὺς ὀφθαλμοὺς αὐτῶν ἅγνισον καὶ ἀπόστρεψον τοῦ μὴ βλέπειν τῶν ὑλαίων τὴν ματαιότητα· εὐόδωσον δὲ πάντας ἡμᾶς τοῦ διανῦσαι τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην, ἵνα ἐν τοῖς Σκηνώμασι τοῖς Οὐρανίοις καταπαύσωμεν τῆς δόξης Σου, καὶ σὺν τοῖς Ἀγγέλοις Σου καὶ Ἀρχαγγέλοις ἄδωμεν ἆσμα καινὸν καὶ πανευφρόσυνον Σοὶ τῷ Δεσπότῃ καὶ Ἁγίῳ Λυτρωτῇ ἡμῶν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας.
«ΕΝΟΡΙΑΚΗ ΕΥΛΟΓΙΑ» Ἀρ. Τεύχους 166-167
Ἰούνιος-Ἰούλιος 2016